Μενού Κλείσιμο

† ΤΗΣ ΦΩΤΟΦΟΡΟΥ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

† ΤΗ 28η ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ ΤΗΣ ΦΩΤΟΦΟΡΟΥ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.
Τερεντίου, Νεονίλλης, Εὐνίκης καὶ τῶν σὺν αὐτοῖς μαρτύρων· Στεφάνου ὁσίου τοῦ Σαββαΐτου. Τῶν ἐν ῾Ρεθύμνῃ τεσσάρων νεομαρτύρων (†1824). ᾿Εθνικὴ ἑορτὴ ἐπὶ τῷ νικηφόρῳ τῶν῾Ελλήνων ἐν Βορείῳ ᾿Ηπείρῳ πολέμῳ (1940).

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν,
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Στιχηρὰ προσόµοια
Ἦχος α’ (Ὢ τοῦ παραδόξου θαύματος!)
Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας‧ Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοῦ πιστῶς σε μεγαλύνοντος.

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἤπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν‧ ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχομένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι.

Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου‧ ἀρχῆθεν γὰρ συμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τάς χάριτας.

Προσόμοια ἕτερα
Ἦχος δ’ (Ὡς γενναῖον ἐν Μάρτυσιν)
Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα‧ ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος.

Θαυμαστῶς πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου, πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης, τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν.

Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθεάμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου χρηστότητα,ἐδοξάσαμεν‧ ὅτι σῴζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσι.

Θεοτοκίον, Ἦχος πλ. β’
Δόξα Πατρί…και νυν…
Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστηρίους ᾄδων σοι ᾠδάς‧ Σὺ γάρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τάς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν‧ Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σου.

Ἀριθμῶν τὸ Ἀνάγνωσμα
(Κεφ. θ’ 15-23)
Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλῃ τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. Οὕτως ἐγίνετο διαπαντὸς· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τάς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἑξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γὲνηται ἡ νεφέλη ἀφ’ ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἡ νυκτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ’ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. μ’ 15-32)
Ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, νουμηνία ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τάς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλούς, καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε τάς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ’ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν. Καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς Βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. Καὶ προσέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπ’ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τάς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. Καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. Ἡνίκα δ’ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. μγ’ 27, μδ’ 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν‧ καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὔτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με‧ Ἡ πύλη αὔτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι’ αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα.
Ἦχος α’
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου‧ ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τάς φάλαγγας ἐκτρέπει. Ὅθεν τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα‧ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

Ἦχος β’
Ὡς ὑπέρλαμπρος ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ’ ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα.

Ἦχος γ’
Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον‧ νῦν δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι προστρέχοντα‧ καὶ τοῦτο ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, δι’ ἐμφανείας ἀπορρήτου, τὴν πρὸς ἡμᾶς σου χρηστόστητα φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τάς πολλὰς σου εὐεργεσίας κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου‧ ὅτι σῴζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως.

Ἦχος δ’
Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τάς ἡλιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐξαίσια, θαυμαστὰ καὶ σωτήρια, εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται‧ τὴν γὰρ Βασιλίδα πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κινδύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα‧ νῦν δὲ ἡμᾶς Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ πλουσίᾳ χρηστότητι‧ ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι· Μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν, τὴν προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου.

Δόξα… Καὶ νῦν… Ἦχος πλ. α’
Σήμερον ἡ παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν‧ δεῦτε οὖν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κατοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου, πρὸς ἡμᾶς προμήθειαν‧ ὅτι ἐγγὺς ἡμῖν τυγχάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, καὶ ἀσφαλῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν πρυτανεύει, οἷα Μήτηρ Θεοῦ, καὶ σωτηρίαν αἰώνιον.

Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α’. (Χαίροις ἀσκητικῶν)
Χαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι’ ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στερρᾶς προστασίας σου, θαρρήσας ἀνενδοιάστως, ὁ εὐσεβὴς σου λαός, τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο‧ διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι‧ Σὺ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σῳζόμενος, ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαὶ με Δέσποινα.

Θεοτοκίον, Ἦχος πλ. δ’
Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαὶ ἐκδηλώσεις, περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. Διὸ Πανύμνητε Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, ὅτι σόν ἐσμεν ποίμνιον.

Ἀπολυτίκιον
Ἦχος α’ (Τῆς ἐρήμου πολίτης)
Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’ (Θεοτόκε Ἀειπάρθενε)
Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι’ ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Θεοτοκίον
Ἦχος πλ. α’ (Τὸν συνάναρχον Λόγον)
Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος α’. (Τῆς ἐρήμου πολίτης)
Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

Δόξα Πατρί…τὸ αὐτό
Τῆς Σκέπης σου Παρθένε…

Καὶ νῦν…
Ἕτερον. Ἦχος πλ. δ’, (Θεοτόκε Ἀειπάρθενε).
Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι’ ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.
Ἦχος α’. (Τὸν τάφον σου Σωτήρ)
Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ σuμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε.
Δόξα Πατρί…Καὶ νῦν…
Τὴν Σκέπην σου Ἁγνή…

Μετὰ τὴν β´ Στιχολογίαν.
Ἦχος δ’. (Ταχὺ προκατάλαβε).
Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλοῦσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι’ ἧς σκέπεις καὶ σῴζεις ἡμᾶς πάσης θλίψεως.
Δόξα Πατρί…Καὶ νῦν…
Ἐξέστη ὡς ἔβλεψεν…

Μετὰ τὸν Πολυέλεον
Ἦχος πλ. δ’. (Τὴν Σοφίαν καὶ Λόγον).
Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ’ ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου.

Δόξα Πατρί… Καὶ νῦν…
Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ’ ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

Ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
Κύριε, ἐλέησον (γ’).
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Πρόσχωμεν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
ὁ Ἱερεὺς: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὃτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὃτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς (χύμα)
Δόξα Πατρί… Ἦχος β’
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Πεντηκοστάριον. Ἦχος πλ. β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι‧ ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ’ αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν‧ Χαῖρε Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Εἶτα ψάλλονται οἱ παρόντες δύο Κανόνες τῆς Θεοτόκου.

Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχὶς (Σὺ εἶ, Παρθένε, Ἑλλάδος σκέπη. Γερασίμου)
ᾠδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμός.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Ἀνοίξω τὸ στόμα μου…

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι’ ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ’ ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμoν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἑώρακε πάλαι σε, ἐν ἀποῤῥήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου.

Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς‧
(Σκέπην ὑμνέω τῆς Θεοτόκου. Γερασίμου).

ᾠδὴ α’. Ἦχος πλ. δ’.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
(Ἁρματηλάτην Φαραώ)
Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀποῤῥήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστoν Σκέπην σου.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τάς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα.

Δόξα Πατρί…
Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου.

Καὶ νῦν…
Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.

Κανὼν πρῶτος
ᾠδὴ γ’. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον σuγκρoτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε…

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀρχῆθεν ἡμᾶς δι’ εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδέ σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν.

Κανὼν δεύτερος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. (Ὁ στερεώσας κατ’ ἀρχάς)
Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς αὐλοῦ βολίδας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τάς διανοίας τῇ δόξῃ σου.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην‧ διὸ ὑμνοῦμεν τὴν δόξαν σου.
Δόξα Πατρί…

Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ’ ἑκάστην ἡμέραν‧ ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν.

Καὶ νῦν…
Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

Κάθισμα

Ἦχος γ’. (Θείας πίστεως)
Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε‧ ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη Πάναγνε, ἡ σκέπουσα τάς ψυχὰς ἡμῶν,ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον. Ἦχος πλ. δ’. (Τῇ ὑπερμάχῳ)
Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

Ὁ Οἶκος
Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ’ ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧

Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία
Χαῖρε Ἑλλάδος ἡ προστασία.
Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα
Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ
Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.
Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος
Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.
Χαῖρε πηγὴ πλουσίας χρηστότητος
Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.
Χαῖρε δι’ ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν
Χαῖρε πρὸς ἣν καθ’ ἑκάστην βοῶμεν‧
Χαῖρε Σκέπη ὁλόφωτε.

Συναξάριον
Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνὸς, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ’ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων.

Στίχ. Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις
Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε.
Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης.

Στίχοι
Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων
Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.
Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.

Στίχοι
Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους,
Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ.

Στίχοι
Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα,
Ἐδειξε καινὸν καὶ τετμημένος τέρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα.
Στίχοι
Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα,
Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου Βασιλέως καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου καὶ Ἑλένης, τῆς αὐτοῦ μητρός.
Στίχοι
Μίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ,
Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ Ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.
Στίχοι
Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν,
Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ ἐν τῷ Ἄθω ἀσκήσαντος.

Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τάς ψυχὰς ἡμῶν. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Ἦχος δ’. ᾠδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…στεφάνων δόξης ἀξίωσον.

ᾠδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ᾠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ᾠδὴ Ϛ’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ᾠδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’. ἦχος δ’
Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής,…

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σῴζει τοὺς ἐπ’ αὐτῇ πεποιθότας.
Ἴαμα ἡμῖν, ἡ δρόσος Πανάχραντε ἡ ἀποστάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νεφέλης αὐλοῦ γίνεται, καὶ παύει ἀρρωστήματα ψυχῆς καὶ σώματος, τῶν βοώντων‧ Χαῖρε Ἀειπάρθενε, εὐφροσύνη ἡμῶν καὶ παράκλησις.

Στίχ. Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν Σου, Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας.
Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυμασίων σου, ἄγει Παναμώμητε, ἀγαλλομένη ἡ Ἑλλὰς σήμερον, καὶ πίστει καταφεύγουσα ὑπὸ τὴν Σκέπην σου, ἐκβοᾷ σοι‧ Σκέπε με καὶ φύλαττε, ἄχρι βίου τερμάτων Πανύμνητε.

Στίχ. Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν‧ σκέπει γὰρ αὔτη καὶ σῴζει, πάντας τοὺς ταύτην τιμῶντας.
Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν, καὶ ἐν πᾶσι, περιέπεις Δέσποινα, καὶ διέπεις καὶ σῴζεις ἐκ θλίψεων.

Στίχ. Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσῳζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν.
Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου τὴν θείαν Σκέπην σου, οἷα περιτείχισμα, ἔχε Παρθένε, πλούτῳ χρηστότητος‧ ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, φωτισμὸν καὶ ἔλλαμψιν, καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι.

Στίχ. Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην.
(Ἐξέστη ἐπὶ τούτῳ)
Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς σuμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷά περ νεφέλην φωτοειδῆ‧ διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν.

Στίχ. Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην.
Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον.

Δόξα Πατρί….
Στίχ. Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν.
Ὑψώσασα τάς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς‧ διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν.

Καὶ νῦν…
Στίχ. Μεγάλυνον ψυχή μου, τῆς παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα.
Ὑμνοῦντές σου τῆς Σκέπης τάς πολλαπλάς, δωρεὰς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁγνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμεν σοι‧ Ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῷζε, ἄχρι τερμάτων βίου Ἄχραντε.

Καταβασία
ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια
(Ὁ οὐρανὸν τοῖς ἄστροις)
Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε.

Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβὲς· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις.

ΑΙΝΟΙ

Ἦχος α’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων
Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορφον, ἣν ὡς φωτὸς νεφέλην, ἐφαπλοῖς καθ’ ἑκάστην, καὶ σκέπεις καὶ καλύπτεις πάντας ἡμᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθόμενοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἡ Βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐρρύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης χάριτι ῥύεται χαλεπῶν, σuμφoρῶν καὶ περιστάσεων.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὡς θαυμαστὴ σου Παρθένε περὶ τὸ Γένος σου, πάλαι καὶ νῦν τυγχάνει, τῆς εὐνοίας ἡ χάρις· διὸ ὑπὸ τὴν Σκέπην σου τὴν σεπτήν, καθ’ ἑκάστην προστρέχοντες, λύσιν εὑρίσκομεν πάσης ἐπιβουλῆς, καὶ καλῶν παντοίων μέθεξιν.

Ἦχος πλ.α’
Δόξα Πατρί καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες πανταχοῦ ἁπλούμεναι, πολλαχῶς εὐεργετοῦσιν ἡμᾶς Θεοτόκε‧ νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τάς φάλαγγας ἐκτρέπουσιν, ἀδοκήτων συμφορῶν διαλύουσιν τὸν ζόφον, καὶ εἰρήνην σταθηρὰν ἡμῖν παρέχουσιν, Ἀλλ’ ὦ κεχαριτωμένη Παρθένε, τοὺς χαριστηρίους ἡμῶν ὕμνους δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ προστάτις …μέχρι τερμάτων αἰῶνος δεόμεθα.

Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α’. (Τῆς ἐρήμου πολίτης)
Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ. α’. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
Στίχ. β’. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.
Στίχ. γ’. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου.
Δόξα Πατρί… Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου …

Ἀντίφωνον Β’

Στίχ. α’. Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ.
Στίχ. β’. Ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον.
Στίχ. γ’. Κύριος Σαβαὼθ σuνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ …
Δόξα Πατρὶ…
Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ‘
Στίχ. α‘. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

Στίχ. β’. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονται σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Τῆς Σκέπης σου, Παρθένε …
Στίχ. γ’. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου.
Τῆς Σκέπης σου, Παρθένε…

Μικρὰ Εἴσοδος.

Ἦχος β‘
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός …ψάλλοντάς σοι, Ἀλληλούϊα.

τα ἀπολυτίκια τῆς Ἑορτῆς
Τοῦ Ναοῦ
Κοντάκιον. Ἦχος πλ. δ’.
Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

Τρισάγιον.

᾽Απόστολος τῆς Θεοτόκου (῾Εβρ.Θ’ 1-7)

Προκείμενον ἦχος γ’.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Ἀλληλούϊα (γ’)

Τὸ Εὐαγγέλιον Τῆς Θεοτόκου
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Λουκ. ι´ 38-42, ια´ 27-28).
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ΄ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δὲ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ἦχος δ’

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
Ἀπόλυσις «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

Δι’εὐχῶν…

Ἀμήν.

Μετὰ τὴν ἀπόλυσιν τῆς λειτουργίας τελεῖται ἡ ἑξῆς·

Δοξολογία ἐπὶ τῇ ἐθνικῇ ἑορτῇ

«Εὐλογητὸς ὁ Θεός», καὶ τὸ ἀπολυτίκιον, ἦχος α΄·

«Τῆς σκέπης σου παρθένε, ἀvυμνοῦμεν τὰς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς· σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ ἄχραντε».

Εἶτα τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ», καὶ εὐθὺς ἡ κάτωθι δοξολογία εἰς ἦχον βαρύν:

Δόξα σοι τῷ δείξαντι τὸ φῶς, δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία.
Η δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου, Κύ­ριε, ἔθραυσεν ἐχθρούς· ᾿Αλληλούια, ἀλληλούια, ἀλλη­λούια.
᾿Εν τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναν­τί­ους· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
Οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν, οἱ οἶκοι ἠρημώθησαν καὶ ἡμεῖς περιυβρίσθημεν· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
᾿Αλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ· πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

Εἶτα αἱ ἑξῆς αἰτήσεις τῆς λιτανευτικῆς (ἐκτενοῦς) ἱκεσίας, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς μεθ᾿ ἑκάστην αὐτῶν ἀνὰ ἓν τρι­πλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς πέμπτης, μεθ᾿ ἣν ψάλλεται «Αἰωνία ἡ μνήμη» γ΄, καὶ τῆς ἕκτης, μεθ᾿ ἣν ψάλλεται τὸ «Κύριε, ἐλέησον» ἀνὰ δέκα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.

«᾿Ελέησον ἡμᾶς, ὁ Θεός…»
«῎Ετι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν…»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτὸ ἐν πᾶσιν».
«῎Ετι δεόμεθα ὑπὲρ αἰωνίας μνήμης καὶ μακαρίας ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον».
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν…»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι…»

«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι τῇ σῇ ἀγαθότητι ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδὴν ἐπινίκιον τῷ σωτῆρι ἡμῶν. ᾿Ιδοὺ γὰρ οἱ ἄρχοντες ἡμῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ πᾶσα συναγωγὴ λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν. Λαὸς γὰρ πόρρωθεν ἱταμὸς καὶ ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθεὶς τὴν γῆν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρῶν παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. ᾿Εσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτὴν εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάσας τὰς θαλάσσας ταρασσομένας, τὸν οὐρανὸν φλεγόμενον καὶ πάσας τὰς πόλεις ἐμπεπυρισμένας, καὶ εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ ἐκρύβησαν εἰς τὰς τάφρους. Καὶ ἧκεν ἐφ᾿ ἡμᾶς τὸ ἔθνος τὸ ὁπλομάχον καὶ εἶπον ἡμῖν· Κύψατε, ἵνα παρέλθωμεν. ῾Ο δὲ λαός σου ἀνέστη καὶ ἐν τῷ ὀνόματί σου ἠμύνατο αὐτοῖς καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐδίωξεν εἷς χιλίους καὶ δύο μετεκίνησαν μυριάδας.

᾿Αλλ᾿ ἔδει πληρωθῆναι τὴν βουλήν σου, ὁ Θεός, καὶ ἔστρεψας τὴν νίκην ἡμῶν εἰς ἧτταν καὶ ἦλθον τὰ ἔθνη εἰς τὴν κληρονομίαν σου καὶ ἐμίαναν τὴν χώραν ἡμῶν. ῎Εθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. ᾿Εξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν πληγάς· ἔθου ἡμᾶς ὡς λίθον καταπατούμενον καὶ εἰς χοῦν θανάτου κατήγαγες ἡμᾶς· οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν· οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἡμῶν ἐτελεύτησαν ἐν λιμῷ· ἐπένθησεν ἡ γῆ καὶ ἐκ πάσης οἰκίας ἤρθη εὐφροσύνη καὶ χαρά· καὶ ἐκλαίομεν οὐ τοὺς τεθνηκότας οὐδὲ ἐθρηνοῦμεν ἐπ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκλαίομεν κλαυθμῷ τοὺς ἐκπορευομένους, ὅτι οὐκ ἦν ἐπιστρέψαι ἔτι καὶ ἰδεῖν τὴν γῆν τῆς πατρίδος αὐτῶν.

῞Οτε δὲ συνετελέσθη ἡ πονηρία τῶν ἁμαρτωλῶν καὶ ἐπλήσθη ἡ ταπείνωσις ἡμῶν, ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισε τοὺς ἐχθροὺς ἡμῶν καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς· ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ἐπαρθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον· οἱ μεγαλορρημονοῦντες ὠνεδίσαντο αἰσχύνην καὶ ἐντροπήν, καὶ ἐγενήθησαν αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· ὁ γὰρ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται.

Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ ἡμῶν, καὶ αἱ ψυχαὶ ἡμῶν εὐγνωμοσύνης πλήρεις βοῶσι πρὸς σέ· Σὺ βασιλεὺς ἡμῶν, σὺ ἄρχων, σὺ καὶ κριτής, ὅτι ἡ δικαιοσύνη σου εἰς τὸν αἰῶνα ἔσται καὶ τὸ σωτήριόν σου εἰς γενεὰς γενεῶν. Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας ἡμᾶς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι ἔτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν, καὶ μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. ῎Ετι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, Κύριε, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται ἐν σκηναῖς δικαίων καὶ τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ἵνα οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστίαν καὶ δόξαν προσφέρομέν σοι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανάτου εἰς τοὺς αἰῶνας.

῾Ο χορὸς «᾿Αμήν», καὶ ὁ ἱερεὺς τὴν ἀπόλυσιν καὶ «Δι᾿ εὐχῶν».

Για να διαβάσετε τις Διδαχές του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να διαβάσετε τις Προφητείες του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Κοινοποίηση άρθρου:
Κατηγορία: Τα λειτουργικά των Κυριακών και των μεγάλων εορτών

Σχετικά άρθρα