Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας τῶν μαρτύρων (†305‐311).
Ἦχος πλ. α´. Ἑωθινὸν γ´.
Τῇ αὐτῇ Κυριακῇ πρὸ τῆς Ὑψώσεως, συμφώνως τῇ ὑπ᾿ ἀριθμὸν 2556/5.7.1993 ἐγκυκλίῳ τῆς Ἱ. Συνόδου, μνήμην ἐπιτελοῦμεν τῶν μητροπολιτῶν καὶ ἐθνομαρτύρων Χρυσοστόμου Σμύρνης, Ἀμβροσίου Μοσχονησίων,Γρηγορίου Κυδωνιῶν, Προκοπίου Ἰκονίου, Εὐθυμίου Ζήλων καὶ τῶν σὺν αὐτοῖς ἀναιρεθέντων κατὰ τὴν μικρασιατικὴν καταστροφὴν μαρτύρων (1922)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, εἰς τό Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα στ´, καὶ τῆς ἑορτῆς γ´ εἰς δ´.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Ἦχος πλ. α´.
Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου· δοξάζομέν σε μονογενές.
Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.
Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνα τος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ,καὶ μέχρις ᾅδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι· Φωτοδότα Κύριε δόξα σοι.
Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀνα‐στάντος, κόσμος ἐκ πλάνης σέσωσται· χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη· Ἀ‐δὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.
Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλι‐πόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι· μάθετε τὰς ῥήσεις τῶν προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ παντοδύνα‐μος.
Καὶ τῆς ἑορτῆς προσόμοια γ´ εἰς δ´. (10 Σεπτ.)
Ἦχος β´. ( Ποίοις εὐφημιῶν στέμμασιν)
Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ποίοις οἱ εὐτελεῖς χείλεσιν, εὐφημήσωμεν νῦν τὴν τεχθεῖσαν; τὴν ἁγιωτέραν τῆς κτίσε‐ως, καὶ τιμιωτέραν ὑπάρχουσαν, Χερουβίμ, καὶ πάντων τῶν Ἁγίων· τὸν θρόνον, τοῦ Βασι‐λέως τὸν ἀσάλευτον· τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος· τὴν σωτηρίαν τοῦ κόσμου· τὸ Θεοῦ ἁγίασμα· τὴν παρέχουσαν τοῖς πιστοῖς,τῇ θείᾳ γεννήσει αὐτῆς, τὸ μέγα ἔλεος.
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ποίοις οἱ εὐτελεῖς χείλεσιν, …
Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἐκ τῆς στείρας κυήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ Ἀδὰμ δεσμῶν ἀπελυτρώσω, καὶ Εὔαν, ἐκ τῶν ὠδίνων ἠλευθέρωσας· Ἀγγέλων, διὸ χοροὶ συνεορτάζουσιν· ὁ οὐρανὸς τῇ γῇ χαίρει, καὶ ἐπικροτοῦσιν, αἱ ψυχαὶ Δικαίων ᾠδάς, πιστῶς ἀνακράζουσαι εἰς δόξαν τῶν γενεθλίων σου.
Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ σου τεχθείσης ἱστάμεναι, κόραι χαρμοσύνως χορεύουσαι, καὶ θαμβητικῶς ἀναβοῶσαι· Ἐτέχθη, τοῦ Βασιλέως τὸ πα‐λάτιον· ἐκλάμπει, ἡ κιβωτὸς τοῦ ἁγιάσματος· πύλαι ἠνοίχθησαν στεῖραι· τοῦ Θεοῦ γὰρ πύ‐λη, εὐτεκνίαν τῶν ἀρετῶν, εἰσάγει βραβεύουσα, εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´. Σεργίου Ἁγιοπολίτου.
(δοξαστικὸν τῆς λιτῆς τῆς ἑορτῆς).
Ἐν εὐσήμῳ ἡμέρᾳ Ἑορτῆς ἡμῶν σαλπίσωμεν,πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυῒδ σήμερον τίκτεται, ἡ Μήτηρ τῆς Ζωῆς,τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασιςκαὶ τῆς Εὔας ἡ ἀνάκλησις· τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριὴλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α´.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ,ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης
Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.
Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.
Τῷ Σαββάτῳ ἑσπέρας.
Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ
Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ.
Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά.
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´.
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμά‐των μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος· σκυλεύσας ᾅδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.
Τὰ κατ᾿ Ἀλφάβητον. (Ἰωάννου τοῦ Δαμασκηνοῦ)
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐ζώσατο. (Ψαλμ. Ϟβ´ 1).
Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας ζωῆς καὶ σω‐τηρίας· σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος· οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Φιλάνθρωπε Κύριε δόξα σοι.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1)
Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰραὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5).
Ὁ δι᾿ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.
Δόξα. Καὶ νῦν. Ἦχος δ´. (Σεργίου Ἁγιοπολίτου).
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυῒδ σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς,τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασιςκαὶ τῆς Εὔας ἡ ἀνάκλησις· τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριὴλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.
Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. α´.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥ‐λιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Καὶ Ἀπόλυσις.
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος πλ. α´.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´.
(ως ανωτέρω)
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός,σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα.
Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξα‐νέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ μοι ὁ Θεός; Ἅ μοιὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεὺς ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α´.
Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν,καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέ‐τρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνη‐σάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ με‐τανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα.
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ,ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται ἡ σύμπασα, καὶ θεουργεῖται.Συγχάρητε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ· αἰνέσα‐τε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν. Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζου‐σα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε* ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη *πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε;* ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος,* ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα,* ἐλυτρώσω, Παρθένε,τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ *ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς,* ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε-ὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος πλ. α´.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι,καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α´.
Ἀντίφωνον Α´.
Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν,τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β´.
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ´.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς
ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον. Ἦχος πλ. α´. Ψαλμὸς θ´ (9).
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (θ´ 33, 37)
Στίχ. α. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. (θ´ 2)
Ἀνάστηθι Κύριε ὁ Θεός μου, …
Στίχ. β´. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. (θ´ 3)
Ἀνάστηθι Κύριε ὁ Θεός μου, …
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ἑωθινὸν Γ´
Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 9‐20).
Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις,πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Με‐τὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐ‐τοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πι‐στεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πι‐στεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λα‐λήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι…
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ)
τὴν προφώνησιν Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐λειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐λειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, *ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐των.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου,* καθὼς προεῖπεν,* ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν *καὶ μέγα ἔλεος.
ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ κανόνες· ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν) εἰς δ´, καὶ ὁ β´ τῆς ἑορτῆς (ἄνευ εἱρμῶν)
.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. α´. Ὁ εἱρμός.
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βρα‐χίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν,ἐπινίκιον ὕμνον ᾄδοντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρι‐κήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς,Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι.
Τῆς ἑορτῆς ὁ β´.
Ὁ Κανὼν τοῦ Κυρίου Ἀνδρέου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. (Τῷ συντρίψαντι πολέμους).
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ, προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ λυτρωτὴν τοῦ παντός.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ, βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου· πάντες οὖν πιστῶς συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ᾿ οὐκ ἄτεκνος Θεῷ· ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρ‐θένου Μήτηρ· ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε,Κτίστης ἐν δούλου μορφῇ.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ,μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡ‐μῶν οὐσίαν, πάντες ἐκ τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν.
Δόξα. Τριαδικόν.
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρί, Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.
Καὶ νῦν. Θεοτοκίον.
Τίς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ ἁγνή.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. α´. Ὁ εἱρμός.
Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες,τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτε‐ξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.
Τῆς ἑορτῆς ὁ β´ κανών. ᾨδὴ γ´. Ἦχος πλ. δ´.
(Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ)
Τροπάρια.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐλογημένη ἡ κοιλία σου σῶφρον Ἄννα, καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσ‐σαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγα‐λύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῶν Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα.
Δόξα.
Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦ‐μα συναΐδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν φωτοδότην καὶ ἀρχίζωον τῶν ἀνθρώπων,
τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θητου φωτός.
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Τῆς ἑορτῆς. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς,ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡ‐μῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.
[Δόξα. Καὶ νῦν. Τὸ αὐτό.]
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος πλ. α´. Μιμητὴς ὑπάρχων.
Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας,καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος,τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας,καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας,καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος.
Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐ‐ταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσά‐μην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Συναξάριον.
Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν Βιθυνίᾳ ἁγίων Μαρτύρων γυναικῶν, Μηνοδώρας,Μητροδώρας, Νυμφοδώρας. (†305)
Στίχ. Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα
Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Θεινόμεναι δεκάτῃ δωρώνυμοι ἔκθανον αἱ τρεῖς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Στίχ. Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος. (α´ αἰ.)
Στίχ. Λουκᾶς ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι σύνεισι τοῖς Ἀποστόλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Στίχ. Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καί σοι προσήχθη, Σῶτερ, ὡς εὔπνουν ἴον.
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Πουλχερία ἡ βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται. (†453)
Στίχ. Ὄντως παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ δεξιῶν σου Βασίλισσα Χριστέ μου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Εὐδοκίας τῆς βασιλογόνου, ὁσιακῶς ἀσκησάσης καὶ κοιμηθείσης ἐν εἰρήνῃ ἐν Ἱεροσολύμοις.
Στίχ. Εὔδοξον σχοῦσα τὴν γνώμην, Εὐδοκία,
Ἐν Σιὼν ηὐδόκησας ἀσκήσει μεῖναι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἡσαΐου, τοῦ κομίσαντος εἰς Κύπρον τὴν θαυματουργὸν εἰκόνα τῆς Ἐλεούσης Θεοτόκου καὶ ἐγείραντος τὴν τοῦ Κύκ‐κου Μονήν.
Στίχ. Κύκκου σεμνείου, Ἡσαΐα, δομῆτορ,
Ἐν δόμοις ἄνω σὺν τῇ Πανάγνῳ χαίρεις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Παύλου τοῦ Ῥώσου, τέκνου τῆς ὑπακοῆς ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου, κατὰ τὸν 13ον αἰῶνα διαλάμψαντος.
Στίχ. Λόγον τῷ Πατρὶ ὑπακούσαντα, Παῦλε,
Μιμησάμενος, ὑποτακτικὸς λέγῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰωάσαφ τοῦ πρίγκηπος, ἀσκήσαντος ἐν τῇ ἱερᾷ Μονῇ Σωτηρόπετρας παρὰ τὴν λίμνην Κουμπένσκ.
Στίχ. Φθαρτῆς ἀλογήσας δόξης, Ἰωάσαφ,
Δόξης τῆς ἀφθάρτου τρυφᾷς αἰωνίως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῆς σεπτῆς ἱερᾶς εἰκόνος τῆς ὑπεραγίας Θεοτόκου ὑπὸ τὴν ῥίζαν ἐλαίας ἐν τῇ νήσῳ τῶν Τρικκέρων ἐν τῷ Παγασητικῷ Κόλπῳ τῆς Μαγνησί‐ας κατὰ τὸ ἔτος ͵αωκε´ (1825).
Στίχ. Εἰκὼν ἡ θεία τῆς Πανάγνου τῶ κόσμῳ,
Ὀφθεῖσα δωκε, νῦν χάριν θαυμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἱερὰ καὶ εὐγνώμων τοῦ γενομένου θαύματος ἐν Ὀρχομενῷ κατὰ τὸ ἔτος ͵αϠμγ´ (1943), ὅτε ἡ Πανάχραντος Κόρη καὶ τοῦ κόσμου Δέσποινα, Πρέσβειρα καὶ Σκέπη τοῦ φιλοχρίστου ἡμῶν λαοῦ, ἡ ἐν τῇ παλαιφάτῳ Μονῇ Σκριμποῦ τιμωμένη καὶ προσκυνουμένη, ἐξαισίως κατέπληξε τοὺς δυνάστας, βουλευομένους τὴν ὁλοσχερῆ καταστροφὴν τῆς πόλεως, ἀκινητοποιήσασα τὰ ἅρματα αὐτῶν καὶ δι᾿ ὁράματος ἐμφανῶς ἀπειλήσασα καί παρεμποδίσασα τούτους.
Στίχ. Ὀρχομενὸς σέσωσται τῇ χάριτί σου,
Ὅθεν τὰ σῶστρά σοι προσάγει, Παρθένε.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρὸ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Χρυσοστόμου τοῦ νέου, ἐπισκόπου Σμύρνης, μαρτυρήσαντος αὐτόθι ὑπὲρ πίστεως καὶ πατρίδος, ἐν ἔτει ͵αϠκβ´ (1922). Ἔτι δὲ καὶ μνήμη τῶν ἐν Μικρασίᾳ καὶ τῇ καθ᾿ ἡμᾶς Ἀνατολῇ μαρτυρησάντων ἁγίων ἱεραρχῶν· Γρηγορίου ἐπισκόπου Κυδωνιῶν, Ἀμβροσίου ἐπισκόπου Μοσχονησίων, Προκοπίου ἐπισκόπου Ἰκονίου, καὶ Εὐθυμίου ἐπισκόπου Ζήλων,καὶ τῶν σὺν αὐτοῖς ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων καὶ τελειωθέντων ἱερέων, καὶ πάν‐των τῶν ἀπὸ τοῦ ἱεροῦ κλήρου καὶ τοῦ φιλοχρίστου στρατοῦ καὶ τοῦ πιστοῦ καὶ ὀρθοδό‐ξου λαοῦ θυμάτων, «ἐκ τῆς θλίψεως τῆς μεγάλης» ἐκείνης.
Στίχ. Τιθεὶς ψυχὴν Χρυσόστομος ὁμοῦ συμμύσταις,
λαοῦ καὶ στρατοῦ τε ἀπαρχὴ προσηνέχθη.
Πρωτομάρτυς Χρυσόστομος ἀποφράδι ἐτύθη,
συνάθλων πληθύος ἑπομένης τῷ πότμῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῶν ἀναριθμήτων νεομαρτύρων, ἀγνώστων καὶ ἀφανῶν, ἀνδρῶν, γυναικῶν καὶ παιδίων, ἀποκαρτερησάντων ἐν τῷ Παμμικρασιατικῷ διωγμῷ ὑπὲρ τῆς ἀμωμήτου ἡμῶν πίστεως μαρτυρησάντων. (1918‐1922)
Στίχ. Νέοι Μάρτυρες ἐκ τῆς Μικρᾶς Ἀσίας,
Ὤφθησαν πλῆθος ἐκ χειρῶν τέκνων Ἄγαρ.
Στίφος νεόλεκτον ἱερῶν μαρτύρων,
ᾌδω Ἰωνίας σὺν Ποιμέσιν ἄρνας.
Πληθὺς τῶν νεάθλων θώκῳ θεοῖο πάρα ἔστη.
Ἕνδεκα θεοϊδεῖς ἀνέρας ὁμᾷ τιμᾶν χρεὼν ἡμᾶς.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θε‐
ός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
Της Υψώσεως του Τιμίου Σταυρού
Ὠδὴ α’. Ἦχος πλ. δ’.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν, ἐπ’ εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ’ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Την Τιμιωτέραν
Ὠδὴ θ’.
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, υφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν, σὲ μεγαλύνομεν.
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´.
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας,εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη,ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Τῆς Ἑορτῆς. Φῶς ἀναλλοίωτον. (10 Σεπτ.)
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, ὁ φωτισμὸς τῶν ἀνθρώπων, ἡ προστασία τοῦ κόσμου,Θεογεννῆτορ Μαρία, τοὺς σὲ ὑμνοῦντας ἐν πίστει, ῥῦσαι πταισμάτων Παρθένε.
ΑΙΝΟΙ
Ἦχος πλ. α´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα,τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέ‐στης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐γαλωσύνης αὐτοῦ.
Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι᾿ ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν,ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κε‐κλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατε‐δέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.
Τῆς ἑορτῆς προσόμοια γ´ εἰς δ´.
Ἦχος α´. (Ὢ τοῦ παραδόξου θαύματος).
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται· ἡ χάρις καρπογο‐νεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος· οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὄρος, διὰ σοῦ ἡμῖν δεδώρηται.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται·
Στίχ. ζ´. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στεί‐
ρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε,μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Στίχ. η´. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς,τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσιν,τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Δόξα. Ἑωθινὸν Γ´. Ἦχος γ´.
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε,πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι᾿ αὐτῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν ἀνάστα‐σιν, φιλάνθρωπε Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Καὶ εὐθὺς ψάλλεται η Μεγάλη Δοξολογία εἰς τὸν ἦχον τῆς Κυριακῆς
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δαρρήξας τοῦ ᾅδου,* ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Ἀντίφωνα τῆς Ἑορτῆς.
Εἰς τὸ Γενέσιον τῆς Θεοτόκου.
Ἀντίφωνον Α´. Ἦχος β´.
Στίχ. α´. Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. (ρλα´ 1)
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ,εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
Στίχ. γ´. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. δ´. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ προσπρωῒ πρωΐ. (με´ 6)
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β´. Ἦχος β´.
Στίχ. α´. Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. (ρλα´ 11)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. (ρλα´ 11)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Στίχ. γ´. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. (ρλα´ 17)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Στίχ. δ´. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. (ρλα´ 13)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, *ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε,Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, *εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ´. Ἦχος δ´. (Ἐκλογή).
Στίχ. α´. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. (ρλα´ 14)
Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ´.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥ‐λιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Στίχ. β´. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Ἡ γέννησίς σου, Θεοτόκε, …
Στίχ. γ´. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. (ξδ´ 5)
Ἡ γέννησίς σου, Θεοτόκε, …
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´.
Τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ´.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τοῦ Γενεσίου τῆς ὑπερ. Θεοτόκου.
Ἦχος δ´. Αὐτόμελον.
Ἰωακεὶμ καὶ Ἄννα * ὀνειδισμοῦ ἀτεκνίας, *καὶ Ἀδὰμ καὶ Εὔα * ἐκ τῆς φθορᾶς τοῦ θανά‐του * ἠλευθερώθησαν, ἄχραντε, * ἐν τῇ ἁγίᾳ γεννήσει σου· * αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,* ἐνοχῆς τῶν πταισμάτων * λυτρωθεὶς ἐν τῷ κράζειν σοι· * Ἡ στεῖρα τίκτει * τὴν Θεοτόκον * καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς πρὸ τῆς Ὑψώσεως,
(Γαλ. Ϛ´ 11‐18)
Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς πη´).
Στίχ. α´. Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου,εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. (πη´ 20‐21)
Στίχ. β´. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. (πη´ 22)
Στίχ. γ´. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. (πη´ 29)
Στίχ. δ´. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. (πη´ 30)
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς πρὸ τῆς Ὑψώσεως.
Ἐκ τοῦ κατὰ Ἰωάννην (γ´ 13‐17).
Εἶπεν ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. Καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς…
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.