Μενού Κλείσιμο

3 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 † ΚΥΡΙΑΚΗ ΙΓ´ ΜΑΤΘΑΙΟΥ

3 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 † ΚΥΡΙΑΚΗ ΙΓ´ ΜΑΤΘΑΙΟΥ
Ἀνθίμου ἱερομάρτυρος (†302), Θεοκτίστου ὁσίου (†467). Χαρίτωνος μάρτυρος· Πολυδώρου νεομάρτυρος (†1794)· ἀνακομιδὴ τοῦ ἱεροῦ λειψάνου τοῦ ἁγίου Νεκταρίου Πενταπόλεως
(†1920).
Ἦχος δ´. Ἑωθινὸν β´.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν,
εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ´,
καὶ τῶν Ἁγίων στ´.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Ἦχος δ´.
Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου ἀνάστασιν δοξάζομεν· δι᾿ αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων, φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς· καὶ εἰς ᾅδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεὸς διέῤῥηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Πύλας ᾅδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας· γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησά‐μενος, καὶ τὸ μέγα ἔλεος.

Ἕτερα Στιχηρὰ Ἀνατολικά.
Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν, δι᾿ ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾅδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· Ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στιχηρὰ προσόμοια τοῦ Ἱερομάρτυρος.
Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐
σμός ἐστιν.
Θεόφρον μακάριε βαφαῖς, τοῦ οἰκείου αἵματος, τὴν ἱεράν σου καὶ ἔνθεον, στολὴν ἐφαίδρυνας· ἐκ δυνάμεως γάρ, εὐσεβῶς εἰς δύναμιν, εἰς δόξαν ἀπὸ δόξης προβέβηκας· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Θυσίαν τὸ πρότερον Θεῷ, φέρων τὴν ἀναίμακτον, ὡς ἱερεὺς ἐννομώτατος, ὡς ὁλοκάρπωμα, καὶ δεκτὴν θυσίαν, σεαυτὸν δι᾿ αἵματος, Μάρτυς ἀληθέστατος ὕστερον, Χρι-στῷ προσήγαγες, Θεοῤῥῆμον πανσεβάσμιε, ὃν δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Μαρτύρων στρατεύματα Χριστῷ, Πάτερ προσενήνοχας, ταῖς ὑποθήκαις σου Ἄνθιμε, καὶ παραινέσι, νουθετῶν διδάσκων, καὶ σαφὲς ὑπόδειγμα, θεόφρον σεαυτὸν παρεχόμενος· μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Τοῦ Ὁσίου. Ὅμοια.
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Πάτερ Θεόκτιστε τὸ σόν, εὐαγὲς μνημόσυνον, τῶν μοναστῶν τὰ συστήματα, εὐφραίνει κάλλεσι, τῆς σῆς πολιτείας, καὶ θαυμάτων χάρισι, καὶ ταῖς τῶν χαρισμάτων λαμπρότησι. Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Πάτερ Θεόκτιστε τὸν σόν, τόνον τῆς ἀσκήσεως, οἱ δυσμενεῖς ἐπτοήθησαν, καὶ κατηργήθησαν, ταῖς σαῖς ἀνενδότοις, προσευχαῖς πανεύφημε· Χριστὸν γὰρ συνεργοῦντα ἐκέκτη‐σο· ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Πάτερ Θεόκτιστε Θεοῦ, κτίσις ἐχρημάτισας· τὸ κατ᾿ εἰκόνα φυλάξας γάρ, ἐπαληθεύου‐σαν, διὰ πολιτείας, καὶ πανσέπτου σχήματος,τὴν κλῆσιν ἐπεδείξω πανθαύμαστε· Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β´.
Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους σου ἐχρημάτισας μάκαρ Ἄνθιμε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄῤῥητα μυστήρια, τὸ αἷμα ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον αὐτῷ προσήγαγες· διὸ παῤῥησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου, καὶ τῶν αὐτὴν γεραιρόντων, ῥυ-σθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ´.
Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέ‐δειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀνα‐λαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα·
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χρι στέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, κα ὶ ἅ‐γιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.
Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.

Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά.
Τὸ Ἀναστάσιμον. Ἦχος δ´.
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ τοὺς ἀπ᾿ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου ἔγερσιν.

Τὰ κατ᾿ Ἀλφάβητον.
Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ψαλμ. Ϟβ´ 1).
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσανκτίσιν ἐσάλευσας· τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου ἔγερσιν.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1)
Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς· ἀλλ᾿ ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμε‐ρος, ὡς Θεός, δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5).
Μετὰ δακρύων γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι! Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁ-πάντων· πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου; Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ᾿ ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Δόξα. Τοῦ Ὁσίου. Ἦχος πλ. β´.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς τὸν Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου· Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.

Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος δ´.
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι,καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐λευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος.
(Ποίημα Πατριάρχου Κων/πόλεως Ἀνθίμου Δ´). Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης σου θεόφρον στεῤῥὸς προστάτης γενόμενος, ὑπὲρ αὐτῆς ἑτοίμως τὸ σὸν αἷμα ἐξέχεας· καὶ ἀπειλὰς τῶν δυσμενῶν μὴ πτοηθείς, ἐν οὐρανοῖς νῦν ἀγάλλῃ, τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος. Δόξα τῷ ἐνισχύσαντί σε Χριστῷ· δόξα τῇ εὐψυχίᾳ σου· δόξα τῇ μαρτυρικῇ σου Ἄνθιμε καρτερότητι.

Ἀπολυτίκιον του Αγίου Νεκταρίου
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυματώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Τοῦ Ὁσίου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε. Γερασίμου.
Θεῷ ἐκ νεότητος, ἀνατεθεὶς ἱερῶς, κτιστῶν τὴν προσπάθειαν, ἀπεβδελύξω στεῤῥῶς, Θεόκτιστε Ὅσιε· ὅθεν τῆς ἡσυχίας, διαλάμψας τοῖς τρόποις, ὤφθης τῶν μοναζόντων, ἀκριβὴς παιδοτρίβης. Καὶ νῦν τοὺς προσιόντας σοι, Πάτερ κυβέρνησον.

Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ΑΠΟΛΥΤΙΚΙΑ
Ως ανωτέρω

ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος δ´.
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα. Κατεπλάγη Ἰωσήφ.
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου· Χρι-στὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον. Αὐτόμελον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν,ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτονἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴνβλαστήσασαν· καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσινἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ· συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ,τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

Δόξα. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέ‐τρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρι‐κτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι! καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐ φημοῦντες δοξάζουσιν.

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε* ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη *πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε;* ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος,* ἅγιος, ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα,* ἐλυτρώσω, Παρθένε,τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ *ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς,* ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος δ´.
Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Ἦχος δ´.
Ἀντίφωνον Α´.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β´.
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου· Κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ´.
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερ-πνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦ‐μεν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ, τὰ πα‐τρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον. Ψαλμὸς μγ´ (43).
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
(δίς)
Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν,καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον,ὃ εἰργά-σω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν…

Η ΤΑΞΙΣ ΤΟΥ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ἑωθινὸν Β´
Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 1‐8).
Διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωὶ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· Ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐ναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ *χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦ-ντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,* θανάτῳ θάνατον ὤλεσεν.

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον
τὸν ν´ ψαλμόν,
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, *ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐των.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου,καθὼς προεῖπεν ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν *καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου… Κύριε, ἐλέησον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς… Ἀμήν.

ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ οἱ δύο τοῦ Μηναίου.

ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Ἦχος δ´. Ὁ εἱρμός.
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός· ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν,καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς·
Ἄνθος σε μέλπω ποιμένων καὶ μαρτύρων.
Ἰωσήφ.
ᾨδὴ α´. Ἦχος δ´. Τριστάτας κραταιούς.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Ἀνθήσας ἱερῶς, ὥσπερ κρίνον λειμῶνι, τῶν Μαρτύρων τὰς ψυχάς, ἁπάντων εὐσεβῶν, εὐωδίᾳ τῶν ἄθλων σου, Ἄνθιμε εὐωδιάζεις, τῶν πιστῶς εὐφημούντων σε, Ἱεράρχα καὶ Μάρτυς πολύαθλε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Νευρώσας τὴν ψυχήν, ἐπιπόνοις μελέταις, ἐξενεύρισας ἐχθρόν, ἀνδρείαις συμπλοκαῖς,καὶ ἀνίσχυρον ἔδειξας· ὅθεν πᾶσα Ἐκκλησία,ἐπιγνοῦσά σε Μάρτυρα, ἀπερίτρεπτον Μάκαρ γεραίρει σε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Θαμβεῖται κατιδών, πρὸ βημάτων ἀνδρείως,παρεστῶτά σε Σοφέ, ἀλάστωρ δυσμενής, καὶ θωπείαις ἐκλύειν σου, οἴεται τὴν καρτερίαν· ἀλλ᾿ ἡττήθη καὶ πέπτωκεν, ἀπονοίας αυτοῦ τὰ φρυάγματα.
Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ Κύριος ἐκ σοῦ, ἀνατείλας ὡς οἶδε, τοὺς χοροὺς τῶν Ἀθλητῶν, ἐλάμπρυνεν Ἁγνή, τὰ αὑτοῦ εἰκονίζοντας, πάθη πάντα ζωηφόρα, καὶ τὸν ἄδικον θάνατον, δικαιοῦντα ἡμᾶς ἁμαρτήσαντας.

Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·
Τοὺς σοὺς ἀγῶνας, ὦ Θεόκτιστε, φράσω. Θεοφάνους.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἡ κεκομμένη.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Τῆς ἀπαθείας τῷ πόθῳ νυττόμενος, σαρκὸς τὰ σκιρτήματα, Πάτερ κατεμάρανας, Θεόκτιστε σοφέ, θεόθεν βοηθούμενος, καὶ νῦν ἡμᾶς φωτὸς τοῦ νοητοῦ, πλησθῆναι καθικέτευσον,τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.

Οἰκειωθείς σοι ὁ μέγας Εὐθύμιος, τῇ θείᾳ Πάτερ στοργῇ, καὶ συνδιαιτώμενος, Θεόκτιστε στεῤῥῶς, τὴν τρίβον τῆς ἀσκήσεως, διήνυσεν ἐμπράκτως ἀληθῶς, καὶ σοὶ συνανεκραύγαζε· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

Δόξα.
Ὑπωπιάσας τὸ σῶμα πανόλβιε, καὶ πάθη τὰ τῆς σαρκός, Πάτερ δουλωσάμενος, Θεόκτιστε τρανῶς, ἐδέξω τὴν λαμπρότητα, τῆς χάριτος,καὶ ταύτῃ λαμπρυνθείς, ἐνθέως ἀνεκραύγα‐ζες· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

Καὶ νῦν. Θεοτοκίον.
Σὲ σωτηρίας ἐλπίδα κτησάμενοι, Παρθενομῆτορ ἁγνή, Λόγον ὡς κυήσασαν, θεόφρονες σοφοί, ἀσκήσει ἐνδιέπρεψαν, Εὐθύμιος ὁ πᾶσι ποθητός, ὁ θεῖός τε Θεόκτιστος, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος δ´. Ὁ εἱρμός.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυ-γὴ καὶ στερέωμα.
Τροπάρια.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς Ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς μέγας ὡς φοβερός, ὡς τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωμα‐τικῶς ἐξεγήγερται.
Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγα‐θῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν.

Τοῦ Ἱεράρχου. ᾨδὴ γ´.
Ἦχος δ´. Ὅτι στεῖρα ἔτεκεν.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Ἑαυτὸν παρέδωκας, ὡς ὁ Χριστὸς τοῖς ζητοῦσι, καὶ πρὸς σφαγὴν ἠνέχθης, ὥσπερ ἐπίση‐μος κριός, καθαγιάζων Ἄνθιμε, τῷ αἵματι,πάντας τοὺς τιμῶντάς σε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Λύσας τῇ θείᾳ χάριτι, πᾶσαν δαιμόνων ἀπάτην, ἤχθης δεσμώτης Μάρτυς, τὸν δεδεμένον διὰ σέ, ἐξεικονίζων Ἄνθιμε, καὶ θανάτῳ λύσαντα τὸν θάνατον.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Πρηστήρια ὄργανα, βασανιστήρια πάντα,πρὸ ὀφθαλμῶν σου βλέψας, οὐκ ἐσαλεύθης
τῷ νοΐ· ἀλλὰ θερμῶς ἐχώρησας, πρὸς βάσανα, Ἄνθιμε πολύαθλε.

Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡραιώθης Πάναγνε, τὸν ὑπὲρ πάντας ὡραῖον, τοὺς γηγενεῖς τεκοῦσα, Υἱὸν καὶ Λόγον τοῦ Πατρός· ὃν οἱ γενναῖοι Μάρτυρες, ποθήσαντες, δόξῃ ἐλαμπρύνθησαν.

Τοῦ Ὁσίου. ᾨδὴ γ´.
Ἦχος πλ. δ´. Σὺ εἶ τὸ στερέωμα.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑὲρ ἡμῶν.
Σάρκα μὲν ἐνέκρωσας, δι᾿ ἐγκρατείας σου Ὅσιε· τὴν δὲ ψυχὴν θείων χαρισμάτων, δωρεαῖς
κατελάμπρυνας. (δίς)

Ὅλην μὲν τὴν ἔφεσιν, πρὸς τὸν Δεσπότην σου ἔτρεψας· τὸν δὲ θυμόν, κατὰ τῶν δαιμόνων, Θεοφόρε καθώπλισας.

Καὶ νῦν. Θεοτοκίον.
Ὕμνους ἀναμέλποντες, οἱ θεοδίδακτοι Δέσποινα, σὲ Ἀσκηταί, ὡς Θεὸν τεκοῦσαν, Θεο‐
τόκον ἐδόξασαν.

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κάθισμα τοῦ Ἱερομάρτυρος.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τὸ αἷμά σου σοφέ, μυστικῶς ἀνεβόα, ἐκ γῆς πρὸς τὸν Θεόν, ὡς τοῦ Ἄβελ θεόφρον· σα-φῶς γὰρ ἐκήρυξας, τὴν Τριάδα τὴν ἄκτιστον· ὅθεν Ἄνθιμε, ποιμαντικῶς διαπρέψας, ἀπεδίωξας,τοὺς τῶν αἱρέσεων θῆρας, ὡς φύλαξ τῆς πίστεως.

Δόξα. Τοῦ Ὁσίου.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῶν Πατέρων ἔξαρχος, ἀνηγορεύθης, καὶ τῷ κόσμῳ γέγονας, περιφανέστατος λαμπτήρ,Ὅσιε Πάτερ Θεόκτιστε· ὅθεν ἀπαύστως, τιμῶμεν τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν,δι᾿ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον,πιστοὶ μακαρίσωμεν.

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγε‐νεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη τριήμερος.

Ὁ Οἶκος.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θα‐νάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τριήμερος.

Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας.
(†303)
Στίχ. Τμηθεὶς κεφαλήν, Μάρτυς Ἄνθιμε, ξίφει,
Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας.
Ἄνθιμον ἐν τριτάττῃ ἀπέκτεινε ξίφος ὀξύ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου.
Στίχ. Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ,
Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζοντος βληθείς, τελειοῦται.
Στίχ. Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων,
Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς, τελειοῦται.
Στίχ. Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον,
Ἄσβεστον εὗρε φῶς ἀκηράτου τόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Mάρτυς Ἀρχοντίων λιμῷ τελειοῦται.
Στίχ. Ἀρχοντίων, λίμωττε κἀντεῦθεν τρέχε,
Ἄρχοντα κόσμου λαμίαν νοουμένην.
(*) Λαμία, καὶ Λαιμία εἶναι ζῷον ἁρπακτικὸν μὲ μεγάλον λαιμόν, μὲ τὸ ὁποῖον παρομοιάζει ἐνταῦθα ὁ στιχουργὸς τὸν Διάβολον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται.
(†305)
Στίχ. Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις,
Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Στίχ. Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις.
Χριστοῦ ἄριστε Μαρτύρων Ἀριστίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Φοίβης, διακόνου τῆς ἐν Κεγχρεαῖς Ἐκκλησίας, μαθητρί‐
ας τοῦ ἀποστόλου Παύλου. (α´ αἰ.)
Στίχ. Οὐ χρεία ἡμῖν ἐπιστολῆς, ὦ Φοίβη,
Χριστὸς γὰρ ὃν στέρνοις φέρεις μαρτυρεῖ σοι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ ὁμολογητοῦ ἡγουμένου Τριγλίας.
Στίχ. Θείου Στέφανος ἀμπελῶνος ἐργάτης,
Θεῷ παραστὰς καμάτου μισθὸν λάβοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Νεομάρτυς Πολύδωρος, ὁ ἐν τῇ Νέᾳ Ἐφέσῳ μαρτυρήσας κατὰ τὸ
ἔτος ͵αψϞδ´ (1794), ἀγχόνῃ τελειοῦται
Στίχ. Δῶρον Θεός σε καὶ πολύ τε καὶ νέον,
Δέδωκεν ἡμῖν, Πολύδωρε τρισμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν εὐσεβῶν βασιλέων Κωνσταντίνου Γ´, υἱοῦ Ἡρακλείου, βα σιλεύσαντος ἐν ἔτει 641, καὶ Κωνσταντίνου Δ´ τοῦ Πωγωνάτου, βασιλεύσαντος ἐν ἔτεσι 668‐685, συγκαλέσαντος δὲ καὶ τὴν Ϛ´ Οἰκουμενι‐κὴν Σύνοδον.
Στίχ. Χριστὸς Βασιλεὺς εὐσεβῆ Κωνσταντῖνον,
Ἐν οὐρανοῖς ἔστεψε κοσμίῳ στέφει.
Ἱερὸς Βασιλεύς, Θεοῦ ἐλέει,
Λαὸν Θεοῦ διακονεῖ καὶ Θεὸν θεραπεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωαννικίου, ἀρχιεπισκόπου καὶ πρώ-τουπατριάρχου Σερβίας. (†1349)
Στίχ. Καλῶς ποιμάνας τὴν Ἐκκλησίαν Σέρβων,
Ὁ Ἰωαννίκιος ἄνω μετέστη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Ῥαφαὴλ τοῦ Σέρβου, ἡγουμένου τῆς Μονῆς Σισάτοβατς, μαρτυρήσαντος ὑπὸ τῶν παπικῶν Οὐστάσι ἐν ἔτει ͵αϠμα´ (1941).
Στίχ. Πολλὰ ἐπὶ γῆς παθών, Ῥαφαήλ νέε,
Συνιερουργεῖς νῦν τοῖς Ἀγγέλοις ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ δασυτρίχου, τοῦ διὰ Χριστὸν σαλοῦ.
Στίχ. Σαλόμωρος τὰ ἔξω ὤν, Ἰωάννη,
Τὴν τοῦ Σταυροῦ σοφίαν ἐπενεδύθης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τῶν τιμίων λειψάνων τοῦ ἐν ἁγίοις πατρός ἡ-μῶν Νεκταρίου, ἐπισκόπου Πενταπόλεως, τοῦ θαυματουργοῦ. (1953)
Στίχ. Ἐκ γῆς τὰ σὰ Λείψανα φανέντα πάτερ,
πᾶσι φαίνουσι τὴν κεκρυμμένην χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνθίμου τοῦ Νέου τοῦ ἐν Χίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ μηνὸς Σεπτεμβρίου, Σύναξις τελεῖται ἐν τῇ Νήσῳ Νάξῳ πάντων τῶν ἐν τῇ Ἱερᾷ Μητροπόλει Παροναξίᾳ διαλαμψάντων Ἁγίων, ἤτοι· τῶν Ὁσίων Νικοδήμου τοῦ Ἁγιορείτου, Νικολάου πρεσβυτέρου τοῦ Πλανᾶ, Θεοκτίστης τῆς Μη‐θυμναίας, Ἀρσενίου ἐξ Ἠπείρου, Ἀθανασίου τοῦ Παρίου.
Στίχ. Σύναξιν τήνδε ποιοῦμεν
Νάξου τε Πάρου νέων Ὁσίων.

Ἔτι δὲ καὶ Σύναξις πάντων τῶν ἐν τῇ Ἁγιοτόκῳ Νήσῳ Χίῳ ἀσκήσει καὶ ἀθλήσει διαλαμ‐ψάντων Ἁγίων, τεσσαράκοντα τεσσάρων τὸν ἀριθμόν.
Στίχ. Φίλους Χριστοῦ ἡ Χίος γεραιρέτω·
Ταύτης γὰρ φρουροὶ τυγχάνουσι καὶ δόξα.

Καὶ Σύναξις πάντων τῶν ἐν Εὐξείνῳ Πόντῳ εὐαρεστησάντων τῷ Θεῷ ἀπ᾿ αἰῶνος Ἁγίων.
Στίχ. Ἀβρόχως πόντον τὸν ᾧδε διελθόντες,
Εἰς οὐρανὸν ᾤκησαν Ἅγιοι Πόντου.
Θηρὸς ποντίου νικηταὶ Χριστῷ Ἅγιοι σύνεισι Πόντου.

Ὡσαύτως, τῇ αὐτῇ Κυριακῇ, Σύναξις ἐπιτελεῖται ἐν Ἀρκαδίᾳ τῶν ἐξ αὐτῆς φυσάντων
Ἑνδεκαρίθμων Ἁγίων, οἵτινές εἰσιν· Ἱεράρχαι μέν· Διονύσιος ὁ σοφός, Γρηγόριος ὁ Ε´ Πα‐
τριάρχαι Κωνσταντινουπόλεως· Θεόκλητος Λακεδαιμονίας, Ἀθανάσιος Χριστιανουπόλε‐ως. Νεομάρτυρες δέ· Πέτρος ἐν Ὀδεμησίῳ μαρτυρήσας, Εὐθύμιος Ὁσιομάρτυς ἐκ Δη‐μητσάνης, Παῦλος Ὁσιομάρτυς καὶ Δημήτριος ἐκ Λιγουδίτσης, ἕτερος Δημήτριος, ὁ καὶ Μῆτρος καλούμενος· Ὅσιοι δὲ δύο· Νεῖλος ὁ Μυροβλύτης καὶ Γεράσιμος ὁ ἐκ Λέονταρίου Μεγαλοπόλεως.
Στίχ. Ἑνδεκάριθμοι θεράποντες Κυρίου
Τῆς Ἀρκαδίας προΐστασθε ἀπαύστως.
Ἕνδεκα θεοϊδεῖς ἀνέρας ὁμᾷ τιμᾶν χρεὼν ἡμᾶς.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Της Υψώσεως του Τιμίου Σταυρού
Ὠδὴ α’. Ἦχος πλ. δ’.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν, ἐπ’ εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ’ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Την Τιμιωτέραν
Ὠδὴ θ’.
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, υφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν, σὲ μεγαλύνομεν.

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…
Ἀναστάσιμον Ἐξαποστειλάριον Β´.
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι, ἔχαιρον· εἶδον γὰρ νεανίσκον,καθήμενον ἐν τῷ τάφῳ· καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας· ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.
Καὶ τοῦ Μηναίου.

Ἐξαποστειλάριον τοῦ Ἱερομάρτυρος.
(Τῶν Μαθητῶν ὁρώντων σε).
Χορείαν ἄγε σήμερον ἐτησίαν, Νικομηδέων πᾶσα χαίρουσα πόλις, τοῦ καλοῦ Ποιμένος σου, καὶ σκίρτησον, τὸν πολιοῦχον ἔχουσα,διατηροῦντά σε βλάβης, τῶν δυσμενῶν ἀνω‐τέραν.

Τοῦ Ὁσίου. (Τοῖς Μαθηταῖς συνέλθωμεν).
Ἀγγελικῶς ἐβίωσας, ἐπὶ γῆς θεοφόρε, σὺν Εὐθυμίῳ πάνσοφε, τῷ μεγάλῳ φωστῆρι, Θεό‐κτιστε διαπρέψας, ἐν εὐχαῖς καὶ νηστείαις,καὶ πλείστοις κατορθώμασι, πρακτικῆς θεω‐ρίας· μεθ᾿ οὗ καὶ νῦν, παρεστὼς Τριάδι τῇ ἀπροσίτῳ, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τιμώντων σε μάκαρ.

Θεοτοκίον.
Τετυρωμένον πάναγνε, καὶ πιότατον ὄρος,Δαυῒδ Θεογεννήτρια, μελῳδῶν σε ἐκάλει, ὁ σὸς προπάτωρ Παρθένε· Σολομὼν δὲ ὁ θεῖος,κλίνην σαφῶς τοῖς ᾌσμασιν· Ἡσαΐας δὲ ῥά‐βδον· καὶ Ἰακώβ, κλίμακά σε εἶδε· καὶ πύλην ἄλλος, ἐξ ἧς Θεὸς τὸ φύραμα, νεουργεῖ τῶν ἀνθρώπων.

ΑΙΝΟΙ
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δο‐ξάζομέν σου τὴν ἀνάστασιν.

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου, χα‐ρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐γαλωσύνης αὐτοῦ.
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ,ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε,τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Ἕτερα Στιχηρά, Ἀνατολικά.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσάμενος Σωτήρ· καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθὼν μὲν ὡς ἄνθρωπος,ἀλλ᾿ ἀναστὰς ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα, Κύριε, μόνε φιλάνθρωπε.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη· ἔφριξαν ᾅδου πυλωροί,ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γὰρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς
τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι.

Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ἐπεθύμησαν γυναῖκες, ἰδεῖν σου τὴν ἀνάστασιν, Χριστὲ ὁ Θεός· ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

Στίχ. η´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμά σιά σου.
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἐλογίσασθε φυλάττειν;εἴπατε Ἰουδαῖοι· ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες; δότε τὸν νεκρόν, οἱ τὴν ζωὴν ἀρνησάμενοι· δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι· κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.

Ή, ἀναστάσιμα δ´ καὶ τοῦ ἱερομάρτυρος
Στιχηρὰ Προσόμοια δ´.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἱεραρχίας τὴν θείαν στολὴν δεξάμενος, τῇ οὐρανίῳ ψήφῳ, ὡς ἐπάξιον σκεῦος, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἱερώτατε Ἄνθιμε· διὸ ὡς θεῖον ποιμένα σε καὶ στεῤῥόν, ἀ-θλοφόρον μακαρίζομεν.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἀκαταπλήκτῳ καρδίᾳ ὑπῆλες Ἄνθιμε, τοὺς ἱεροὺς ἀγῶνας, τῆς ἀθλήσεως χαίρων, καὶ πᾶ‐σαν τὴν μανίαν τῶν δυσμενῶν, ἀνδρικῶς καταβέβληκας· διὸ τιμῶμέν σε πάντες μελωδικῶς, ὡς Χριστοῦ ἱερομάρτυρα.

Στίχ. ζ´. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις τὴν σὴν ἐφοίνιξας, ἱερωτάτην χλαῖναν, Ἱεράρχα Κυρίου, καὶ χαίρων μετὰ δόξης εἰς τὸν ναόν, τὸν οὐράνιον ἔδραμες, ἱλαστηρίους δεήσεις ὑπὲρ ἡμῶν, τῷ Θεῷ προσφέρων Ἄνθιμε.

Στίχ. η´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Νικομηδείας ὁ λύχνος ὁ παμφαέστατος, τὸ πανευῶδες ἄνθος, τῆς ὀσμῆς τῶν χαρίτων,ὡς θεῖος Ἱεράρχης καὶ Ἀθλητής, τοῦ Σωτῆρος περίδοξος, Ἄνθιμος νῦν ἐπαινείσθω χαρμονι‐κῶς, ὡς ἡμῶν πρέσβυς πρὸς Κύριον.

Δόξα. Ἑωθινὸν Β´. Ἦχος β´.
Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴν Μαριὰμ γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς· Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νε‐κρῶν, ὡς ζωοδότην καὶ Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Ἦχος δ´.
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι,καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐λευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ τὰ ἀπολυτίκια τῶν ἁγίων.
Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος.
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης σου θεόφρον στεῤῥὸς προστάτης γενόμενος, ὑπὲρ αὐτῆς ἑτοίμως τὸ σὸν αἷμα ἐξέχεας· καὶ ἀπειλὰς τῶν δυσμενῶν μὴ πτοηθείς, ἐν οὐρανοῖς νῦν ἀγάλλῃ, τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος. Δόξα τῷ ἐνισχύσαντί σε Χριστῷ· δόξα τῇ εὐψυχίᾳ σου· δόξα τῇ μαρτυρικῇ σου Ἄνθιμε καρτερότητι.

Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε. Γερασίμου.
Θεῷ ἐκ νεότητος, ἀνατεθεὶς ἱερῶς, κτιστῶν τὴν προσπάθειαν, ἀπεβδελύξω στεῤῥῶς, Θεόκτιστε Ὅσιε· ὅθεν τῆς ἡσυχίας, διαλάμψας τοῖς τρόποις, ὤφθης τῶν μοναζόντων, ἀκριβὴς παιδοτρίβης. Καὶ νῦν τοὺς προσιόντας σοι, Πάτερ κυβέρνησον.

Ἀπολυτίκιον του Αγίου Νεκταρίου
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυματώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.

Κοντάκιον τοῦ Γενεσίου τῆς ὑπερ. Θεοτόκου.
Ἦχος δ´. Αὐτόμελον.
Ἰωακεὶμ καὶ Ἄννα * ὀνειδισμοῦ ἀτεκνίας, *καὶ Ἀδὰμ καὶ Εὔα * ἐκ τῆς φθορᾶς τοῦ θανά‐του * ἠλευθερώθησαν, ἄχραντε,ἐν τῇ ἁγίᾳ γεννήσει σου· * αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, * ἐνοχῆς τῶν πταισμάτων * λυτρωθεὶς ἐν τῷ κράζειν σοι· * Ἡ στεῖρα τίκτει * τὴν Θεοτό‐κον * καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΙΓ´ ἑβδομάδος ἐπιστολῶν.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.(ιϚ´ 13‐24)
Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει,ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀ‐γάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰη-σοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑ-μῶν.Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΓ´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (κα´ 33‐42).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν,ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λα‐βόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς σαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.Ούτοι δε είπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν
κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡ-μῶν;

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.

Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν …

Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

Για να διαβάσετε τις Διδαχές του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να διαβάσετε τις Προφητείες του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

Κοινοποίηση άρθρου:
Κατηγορία: Τα λειτουργικά των Κυριακών και των μεγάλων εορτών

Σχετικά άρθρα