Τῌ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Θωμᾶ τοῦ ἐν Μαλεῷ, καὶ τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Προοιμιακός
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος α’ (Τῶν οὐρανίων ταγμάτων)
Θεοφεγγῆ σε φωστῆρα, Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως, τὴν φωτοφόρον σου μνήμην· ὅθεν πιστῶς, ἑορτάζομεν μακάριε.
Περιφανὴς ἐν τῷ βίῳ, πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω, Πάτερ Θωμᾶ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι’ ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ χαρίσμασιν ἐπλούτισε.
Στύλῳ πυρὸς ὁρατῶς σε, Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον ἀπαθείας, ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεπτοῦσι τὸ βλέπειν, καὶ τοῖς χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος β’ (Ὅτε, ἐκ ξύλου σε)
Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ’ αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε.
Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Δόξα… Ἦχος πλ. β’
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.
Καὶ νῦν… Θεοτοκίον (Τριήμερος ἀνέστης Χριστὲ)
Πανύμνητε κατάβαλε, ἐχθρῶν μιαιφονούντων ἰσχύν, καὶ τὴν λύπην, τοῦ λαοῦ σου εἰς χαράν, μετάβαλε Παρθένε, καὶ ἔλεος παράσχου, ὅπως σωθέντες ἀνυμνῶμέν σε.
Ἢ Σταυροθεοτοκίον
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἦχος γ’
Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.
Στίχ. Α’. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν· διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.
Μαρτυρικὸν
Στίχ. Β’. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα… Ἦχος β’
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς Παρθένου ἐγκώμιον! ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων Δόξα! ὦ Παρθενία, Ἀγγέλων συνόμιλε.
Καὶ νῦν… Σταυροθεοτοκίον
Ὅτε, ἐκ τοῦ ξύλου σε
Πόνους, ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὀλολύζουσα· Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, πάντας θέλων ῥύσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.
Ἀπολυτίκιον Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον
Καλλιέρημα ὤφθης καὶ θῦμα ἅγιον, προσενεγκοῦσα τῷ Πλάστῃ τὴν καθαράν σου ψυχήν, ἣν ἐδόξασε Χριστός, ὦ καρτερόψυχε. Ὅθεν καὶ βρύει διὰ σοῦ, τοῖς τιμῶσί σε πιστοῖς, τὰς χάριτας ὑπὲρ ψάμμον, Κυριακὴ ἀθλοφόρε, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Δόξα Πατρί …Και νυν
Τω σταυρώ του Υιού σου θεοχαρίτωτε, των ειδώλων η πλάνη πάσα κατήργηται και των δαιμόνων η ισχύς καταπεπάτηται. Διά τούτο οι πιστοί κατά χρέος σε αεί, υμνούμεν και ευλογούμεν και Θεοτόκον κυρίως ομολογούντες σε μεγαλύνομεν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Θεός Κύριος
Τα Απολυτίκια
Μετὰ τὴν συνήθη Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Μετὰ τὴν α’ Στιχολογίαν
Ἦχος γ’
Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοι.
Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεός, δόξα σοι.
Δόξα… Καὶ νῦν … Σταυροθεοτοκίον (Τὴν ὡραιότητα)
Χαρὰν ἡ σύμπασα, κτίσις ὁρῶσά σε, χαίρει μακρόθυμε, Σταυρῷ ὑψούμενον, ἡ πανακήρατος Ἁγνή, ἐβόα καὶ πανάμωμος· λύτρωσιν γὰρ εὕρατο, διὰ σοῦ τέκνον φίλτατον· ξύλῳ γὰρ ἰάτρευσας, τὴν τοῦ ξύλου κατάκρισιν· ἐγὼ δὲ νῦν τὰ σπλάγχνα δονοῦμαι, μὴ φέρουσα ὁρᾷν σε θανατούμενον.
Μετὰ τὴν β’ Στιχολογίαν
ὅμοια (Τὴν ὡραιότητα)
Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς ζωοδότη βοῶμέν σοι· Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.
Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, ταῦτα ὑπέμεινας, ὅτε ηὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, τότε καὶ Λῃστὴς ἰδών, ἐν Σταυρῷ σε ἀνύμνησε, βοῶν σοι εὐλαβῶς· Μνήσθητί μου, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.
Δόξα… Καὶ νῦν … Σταυροθεοτοκίον
Ἡ ἀπειρόζυγος, καὶ θεία δάμαλις, κατανοήσασα, μόσχον τὸν ἴδιον, ἐθελουσίως ἐν Σταυρῷ, τὸ πάθος ὑπομένοντα, οἴμοι τέκνον! ἔλεγε· τί τὸ ξένον μυστήριον; πῶς ὁ ὢν ἀθάνατος, κατεδέξω τὸν θάνατον, ὑμνῶ σου τό, μακρόθυμον Λόγε, δοξάζω τὸ ἀμέτρητον ἔλεος.
Μετὰ τὴν γ’ Στιχολογίαν
Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.
Μαρτυρικὸν
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.
Δόξα… Καὶ νῦν … Σταυροθεοτοκίον
Τὴν ὡραιότητα
Τὰ ἐπουράνια, ἰδόντα ἔφριξαν, καὶ τὰ ἐπίγεια, φόβῳ ἐτρόμαξαν, ὅτε ὑψώθης ἐν Σταυρῷ, ἑκὼν ὁ ἀναμάρτητος, ἥλιος ἐσκότασε, καὶ σελήνη ἠμαύρωται, τότε καὶ ἡ Μήτηρ σου, θρηνῳδοῦσα ἐφθέγγετο. Υἱέ μου, τί τὸ ὅραμα τοῦτο; πῶς ὑπὲρ πάντων μόνος πέπονθας; οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ παρόντες δύο.
Ν΄Ψαλμός
ΟΙ ΚΑΝΟΝΕΣ
Ο σταυρώσιμος
ᾨδὴ α’ Ἦχος γ’
Ὁ Εἱρμὸς
Χέρσον ἀβυσσοτόκον, πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Κύματα θαλάσσης, τῇ ῥάβδῳ ἔπηξας, καὶ διήγαγες λαόν, προμηνύων τὸν Σταυρόν σου, δι’ οὗ ἔτεμες ὕδωρ τῆς πλάνης, καὶ πρὸς γῆν Οἰκτίρμον, θεογνωσίας ἔσωσας, ἅπαντας τοὺς ἐν πίστει, ὑμνοῦντάς σου τὴν δύναμιν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἄβυσσον ὁ ποιήσας, τῇ προστάξει σου, ὑπερῷα δυνατέ, ὁ στεγάζων ἐφ’ ὑδάτων, ὁ τὴν γαῖαν κρεμάσας, κρεμᾶσαι ἐπὶ ξύλου, καὶ σαλεύεις, πᾶσαν τὴν κτίσιν νεύματι, πάντων δὲ τὰς καρδίας, στηρίζεις ἐν φόβῳ σου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Υἱοὶ κατὰ μέθεξιν, θεῖοι Μάρτυρες, χρηματίζετε Θεοῦ, καὶ οἰκήτορες τῆς ἄνω Σιών, καὶ κληρονόμοι, ἐν ᾗ καὶ στεφανηφοροῦντες, περιφανῶς κραυγάζετε· ᾈσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χεῖρας ἐκτμηθέντες, καὶ πόδας Μάρτυρες, καὶ ξεόμενοι δεινῶς, καὶ πυρὶ προσομιλοῦντες, οὐκ ἠρνήσασθε ὅλως, Χριστὸν τὸν Θεὸν ὄντα τῶν ὅλων, ἀλλὰ θερμῶς ἐκράζετε· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ περικαλλὴς καὶ Παρθένος Δέσποινα, ὃν ἐκύησεν Υἱόν, θεωρήσασα ἐν ξύλῳ ὑψωθέντα βουλήσει, ἠλάλαζε βοῶσα ἐν ὀδύνῃ· Θεὲ τῶν ὅλων εὔσπλαγχνε, Κύριος ὢν τῆς δόξης, πῶς ταῦτα πάσχεις Δέσποτα;
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου
Ὁ Εἱρμὸς
ᾈσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ νοερὰ νεφέλη, τῆς οὐρανίου αἴγλης, ἀκτῖνα ἀνατείλασα ἀρρήτως, θείας ἐπιγνώσεως φῶς, καὶ μετανοίας, κατέλαμψε πᾶσιν ἡμῖν ἡ μόνη Θεοτόκος, καὶ σωτηρία ἡμῶν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καταφυγὴν ταχεῖαν, καὶ ὀχύρωμα, τεῖχος, καὶ προπύργιον, καὶ ἀσφαλῆ λιμένα, σὲ τὴν Θεομήτορα πάντες κεκτημένοι, οἱ ἐν πελάγει τῶν δυσχερῶν καὶ θλίψεων σαλεύοντες, κινδύνων λυτρούμεθα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαῖρε ἀρρήτου, δόξης οἰκητήριον. Χαῖρε ἐνδιαίτημα, τοῦ νοητοῦ Ἡλίου. Χαῖρε τὸ κειμήλιον, τὸ τῆς παρθενίας. Χαῖρε τὸ θεῖον ὄχημα, τοῦ Λόγου τῆς Θεότητος. Χαῖρε τροφὲ τῆς πάντων ζωῆς.
Ὁ Κανὼν τοῦ Ἁγίου
ᾨδὴ α’ Ἦχος β’ (Δεῦτε λαοὶ)
Τὸν φωτισμόν, τῆς θείας χάριτος Ἔνδοξε, ἐν τῇ ψυχῇ δεξάμενος, ὡς ἄλλην Αἴγυπτον, τῶν παθῶν τὴν ὁμίχλην, κατέλιπες καὶ βίον, ἔσχες οὐράνιον.
Περιφανής, Πάτερ ἐν βίῳ γενόμενος, κατὰ βαρβάρων ἔστησας, ἄπειρα τρόπαια· καὶ μονάσας ὁσίως τὸ στῖφος τῶν δαιμόνων, κατετραυμάτισας.
Ἀσκητικῶς, τῷ δυσμενεῖ συμπλεκόμενος, συμμαχίᾳ Ὅσιε, τοῦ θείου Πνεύματος, ἐταπείνωσας τοῦτον, καὶ νίκης οὐρανόθεν, στέφανον εἴληφας.
Θεοτοκίον
Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, σοὶ χωρητὸν γενόμενον, δι’ ἀγαθότητα, ἀπεκύησας Κόρη, ὃν αἴτησαι σωθῆναι, τοὺς ἀνυμνοῦντάς σε.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς,
Χαίρων κροτῶ σε, Μάρτυς, εὐσεβοφρόνως.
Ἰωσήφ.
Ἦχος β’ καὶ Εἱρμὸς ὁ αὐτὸς
Χαρμονικῶς, ἐπὶ τῇ μνήμῃ χορεύσωμεν, τῆς ἀθληφόρου Μάρτυρος, καὶ ἐκβοήσωμεν, ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ Σωτὴρ οἰκτίρμον, σῷζε τὸν κόσμον σου.
Αἴγλῃ τῇ σῇ, φωτιζομένη ἡ ἔνδοξος, Κυριακὴ φιλάνθρωπε, σκότος διέφυγε, πολυθέου ἀπάτης, καὶ πᾶσιν ἰαμάτων, φέγγος ἀπήστραψεν.
Ἵνα Χριστῷ, τῷ ἀθανάτῳ νυμφίῳ σου, εὐαρεστήσῃς θάνατον, καὶ πῦρ καὶ βάσανα, εἰς οὐδὲν ἐλογίσω· διὸ τῆς ἀθανάτου, δόξης ἠξίωσαι.
Θεοτοκίον
Ῥύμην Ἁγνή, τὴν τοῦ θανάτου ἀνέστειλας, ἀθανασίας πρόξενον, Χριστὸν κυήσασα, ὃν ὁ ᾍδης θανέντα, βουλήσει ἑκουσίᾳ, ἰδὼν ἐτρόμαξεν.
ᾨδὴ γ’
Κανών σταυρώσιμος
Ὁ Εἱρμὸς
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Μίαν σύνθετον, φέρων ὑπόστασιν Λόγε, ὑπέμεινας σταύρωσιν ἀτιμοτάτην, τοῖς τιμῶσί σε, τιμῆς οὖσαν πρόξενον.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἀπελύθησαν, οἱ γηγενεῖς τῆς κατάρας, κατάρα σοῦ Δέσποτα γεγενημένου, καὶ Σταυρῶ, τὴν εὐλογίαν πηγάσαντος.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Παρεπίδημοι, πάσης τῆς γῆς γεγονότες, οὐράνιοι ὤφθητε ὄντως πολῖται, καὶ Χριστοῦ, συγκληρονόμοι πανεύφημοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰσχυρότατον, ὅπλον Σταυρὸν κεκτημένοι, οἱ Ἅγιοι ἅπασαν τὴν δυναστείαν, τοῦ ἀλάστορος, ἐχθροῦ ἐτροπώσαντο.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
υντετήρηται, καὶ μετὰ τόκον παρθένος, ἡ Θεὸν ἁγνὴ τέξασα σεσαρκωμένον, τὸν Σταυρῷ, προσηλωθέντα βουλήματι.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ὅτι οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ ἀκηλίδωτος Ἀμνὰς καὶ Παρθένος, τὸν ἀμνὸν τὸν αἴροντα πᾶσαν νόσον, Θεοτόκε κυήσασα, σῷζε τὴν ποίμνην σου.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ τὸν οὐράνιον καρποφορήσασα βότρυν, καὶ κρατῆρα πλήσασα τῆς μετανοίας, ἁμαρτωλοῖς τὴν συγχώρησιν ἐγεώργησας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐν πελάγει θαλαττεύοντες ἁμαρτίας, καὶ πταισμάτων ἅλμῃ καταποθέντες, τῷ γλυκασμῷ σῆς πρεσβείας, συγκαταφεύγομεν.
Του Αγίου (Στερέωσον ἡμᾶς )
Ταῖς σαῖς ἐπικαμφεὶς Θεὸς δεήσεσι, χειρὶ σε Προφήτου δεσμῶν ἀφῆκε, καὶ πορεύεσθαι εὐώδωσε, πρὸς ἐπίπονον σκάμμα τῆς ἀσκήσεως.
Ὁ στύλῳ Ἰσραὴλ ποτὲ τὴν ἔρημον, Παμμάκαρ διέρχεσθαι εὐδοκήσας διὰ στύλου σε πυρὸς ὡδήγει, προειδὼς τῆς ψυχῆς σου τὴν εὐγένειαν.
Θεοτοκίον
Χρυσοῦν ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ μάννα καὶ θεῖον ὄρος, καὶ παλάτιον τερπνότατον τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.
Τῆς Ἁγίας
Ὁ αὐτὸς
Ὁ λόγος τοῦ Θεοῦ ἁγνὴν σε ἄφθορον, ὡραίαν τῷ κάλλει Μάρτυς δειχθεῖσαν, ἑαυτῷ νύμφην προσήκατο, ἐρασθείς σου δι’ ἄκραν ἀγαθότητα.
Τὰ κάλλη τὰ ἐκτὸς καταμαράνασα, τὴν ἔνδον ὑπέδειξας εὐμορφίαν, τῷ γινώσκοντι τὰ κρύφια, διὰ τοῦτό σε Μάρτυς ἐμνηστεύσατο.
Ὡς κλάδος ἱερὸς ὡραία τέθηλας, ἐκ ῥίζης ἁγίας Παρθενομάρτυς, καὶ καρποὺς ὡραίους ἤνεγκας, τὴν τρυφὴν τὴν ἀγήρω προξενοῦντάς σοι.
Θεοτοκίον
Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, τεκοῦσα Παρθένε, τοῦ σοφιστοῦ με, τῆς κακίας ἐλευθέρωσον, μεσιτείᾳ σου μόνη παναμώμητε.
Ὁ Εἱρμὸς
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».
Κάθισμα Ἦχος δ’ (Ἐπεφάνης σήμερον)
Τῷ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν Ἀσωμάτων, Θωμᾶ παμμακάριστε.
Δόξα… Τῆς Ἁγίας ὁ αὐτὸς
Ταχὺ προκατάλαβε
Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῷ Χριστῷ, μαρτύρων πανεύφημε. Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην·διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου.
Καὶ νῦν… Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεώτας θέλων, ὡς εὔσπλαγχνος.
Κοντάκιον Ἦχος β’
Τὰ ἄνω ζητῶν
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Ὁ Οἶκος
Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν, καὶ περιπολούσης, φιλόχριστοι. Μέδοντός τε δυσσεβοῦς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουεν, ὡς τοῖς μὴ εἴκουσι τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον. Ἀλλ’ ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν· ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ζ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ.
Στίχοι
Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ,
Ὡς ἀετὸς τις ἐξανέπτης πρὸς πόλον.
Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
Στίχοι
Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει
Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ.
Οἱ ἅγιοι νεομάρτυρες Πολύκαρπος καὶ Εὐάγγελος ξίφει τελειοῦνται.
Ὁ ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Αινούμεν, ευλογούμεν και προσκυνούμεν τον Κύριον ο Ειρμός της η΄
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Την Θεοτόκον και μητέρα του φωτός…
Την τιμιωτέραν…
Ὁ Εἱρμὸς της θ΄
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι’ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β’
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης. Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Ήχος γ΄(Ο ουρανόν τοις άστροις)
Εν ουρανοίς ως μάρτυς, Κυριακή συ τω Θεώ, παρισταμένη ενδόξως, πάντας ημάς τους ευσεβώς, μνήμην την σην εκτελούντας, σώζε σεπταίς σου πρεσβείαις.
Σταυροθεοτοκίον ( Ὁ οὐρανὸν τοῖς ἄστροις)
Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι, γλυκύτατον Τέκνον! πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου; πῶς ἐν νεκροῖς ἑλογίσθης;
Οι Ψαλμοί των αίνων χύμα
Σοι δόξα πρέπει…
Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα του γ΄ήχου
Σταυροφανῶς Μωϋσῆς ἐν τῷ ὄρει, χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἁπλώσας, ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου· διὰ τοῦτο Λόγε, προσκυνῶ, τὸν Σταυρόν σου τὸν τίμιον.
Στίχ. α’. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὸν χαλεπόν, ἀλλ’ οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν δι’ ἐμὲ τὸ κατ’ ἐμέ, σταυροῦσαι καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με. Λυτρωτά μου δόξα σοι.
Μαρτυρικὸν
Στίχ. β’. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα… Καὶ νῦν … Σταυροθεοτοκίον
Μεγάλη τοῦ Σταυροῦ σου
Δακρύων προχοὰς κενοῦσα ἡ Πανάμωμος, ἐστέναζεν, ἐθρήνει, βοῶσα ἐκ βαθέων ψυχῆς. Φῶς γλυκύτατον, πῶς ἔδυς Ἰησοῦ μου; ὁ κτίσας λόγῳ πάντα, πῶς νεκρὸς ἄφωνος ἐν Σταυρῷ νῦν ὁρᾶσαι;
ΛΕΙΤΟΥΡΓΙΑ
Απόστολος και Ευαγγέλιο της ημέρας
Για να ωφεληθούν περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ